Ancient Greek · ~2 min
Section 40
Paradoxographus Florentinus, Mirabilia de aquis 40
Not analysed yet
τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ, φασὶν εἷναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις· ὅ ῥεῖ μὲν, ἐκ πηγῆς τινος· φυλάσσεται δὲ ὑπὸ τῶν ἐπιχωρίων· ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη· δειχθέντος μακρόθεν πυρός, πρὸς αὑτὰ ἐπισπᾶται· καὶ παραχρῆμα καίεται· καλεῖται δὲ νάφθα· ἐξενεχθέντα μέντοι τῆς χώρας, ἀπόλλυσι τὴν δύναμιν· ὡς ἱστορεῖ Ἰσίγονος: