Ancient Greek · ~2 min
Section 43
Paradoxographus Florentinus, Mirabilia de aquis 43
Not analysed yet
ἐν Λυδίαι ἔστι λίμνη Τάλα μὲν καλουμένη· ἱερὰ δὲ οὖσα νυμφῶν· ἥ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα, ὅν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι· θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους 25 τούτων δέ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠϊόνος κτύπος συμφωνίας γένηται· πάντες οἱ κάλαμοι χορεύουσι· καὶ ὁ βασιλεὺς σύν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠϊόνα· οἱ δὲ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες, ἀποπέμπουσιν· εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι· ὡς εὐετηρίας ὄντι σημείωι· ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων: