Ancient Greek
1.121.4
Parmenides, Testimonia 1.121.4
Unproofread scanNot analysed yet
1. DIOGENES IX 21—23. 21 Ξενοφάνους δὲ διήκουσε Παρμενίδης Πύρῃτος Ἐλεάτης τοῦτον [Xenoph.] . ?Θεόφραστος ἐν τῇ Ἐπιτομῇ [Physic. Op. fr. 6a. D. 482. 14] Ἀναξιμάνδρου φησὶν ἀκούσαι. ὅμως δ’ οὖν ἀκούσας καὶ Ξενοφάνους οὐκ ἠκολούθησεν αὐτῷ. ἐκοινώνησε δὲ καὶ Ἀμεινία Διοχαῖτα τῷ Πυθαγορικῷ, ὡς ἔφη Σωτίων, ἀνδρὶ πέννητι μὲν, καλῷ δὲ κάγαθῷ, ὃν καὶ μᾶλλον ἠκολούθησε καὶ ἀποθανόντος ἡρώιον ἵδρυσατο γένους τε ὑπάρχων λαμπροῦ καὶ πλουτοῦ, καὶ ὑπ’ Ἀμεινίου. ἀλλ’ οὐχ ὑπὸ Ξενοφάνους εἰς ἡσυχίαν προετράπη. πρῶτος δὲ οὗτος τὴν γῆν ἀπέφαινε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι. δύο τε εἶναι στοιχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης. (22) γένεσιν τε ἀν-θρωπῶν ἐξ ἡλίου πρῶτον γενέσθαι· αὐτὸν [?]δὲ ὑπάρχειν τὸ θερμόν καὶ τὸ ψυχρόν, ἐξ ὧν τὰ πάντα συνεστάναι. καὶ τὴν ψυχὴν καὶ τὸν νοῦν ταὐτὸν εἶναι, καθά μανθάνεται καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς [fr. 6a. D. 483. 2 πάντων σχεδόν