Ancient Greek
1.122.5
Parmenides, Testimonia 1.122.5
Unproofread scanNot analysed yet
ὃς ῥ’ ἀπὸ φαντασίας ἀπάτης ἀνενεῖκατο νύσσει. εἰς τοῦτον καὶ Πλάτων τὸν διάλογον γέγραφε ‘Παρμενίδην’ ἐπιγράψας ‘ἡ περὶ ἰδεῶν’. ἠκμαζε δὲ κατὰ τὴν ἐνάτην καὶ ἐξηκοστὴν ὀλυμπιάδα [504—501]. καὶ δοκεῖ πρῶτος πεφύκασι καὶ τὸν αὐτὸν εἶναι· Ὀστέρον καὶ Φωσφόρον, ὡς φησὶ Φαβωρίνος ἐν πέμπτῳ Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν. Καλλίμαχος δὲ φησὶ μὴ εἶναι αὐτοῦ [Pythagoras] τὸ ποίημα. λέγεται δὲ καὶ νόμους θεῖναι τοῖς πολίταις, ὡς φησὶ Σπεύσιππος ἐν τῷ Περὶ φιλοσόφων. καὶ πρῶτος ἐρωτήσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβωρίνος ἐν Παντοδαπῇ ἱστορίᾳ. γέγονε δὲ καὶ ἕτερος Παρμενίδης, ῥήτωρ τεχνογράφος.