Ancient Greek
1.123.4
Parmenides, Testimonia 1.123.4
Unproofread scanNot analysed yet
8. SIMPL. phys. 28. 4 Theophr. Phys. Op. fr. 8. D. 483, 11 Λεύκιππος δὲ ὁ Ἐλεάτης ἢ Μιλήσιος ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ κοινωνήσας Παρμενίδῃ τῆς φιλοσοφίας οὐ τὴν αὐτὴν ἐβάδισε Παρμενίδῃ καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ’ ὡς δοκεῖ τὴν ἐναντίαν. ἐκείνων γὰρ ἐν καὶ ἀκίνητον καὶ ἀγέννητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν καὶ τὸ μὴ ὄν μηδὲ ζητεῖν συγχωρούντων οὗτος ἄπειρα καὶ ἀεὶ κινούμενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους.