Ancient Greek
1.123.8
Parmenides, Testimonia 1.123.8
Unproofread scanNot analysed yet
12. STRABO VI 1 p. 252 κάμψαντι δ’ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις, ἣν οἱ μὲν κτίσαντες Φωκαεῖς Ἵλην, οἱ δὲ Ἕλην ἀπὸ κρήνης τινός, οἱ δὲ νῦν Ἑλέαν ὀνομάζουσιν, ἐξ ἧς Π. καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι. δοκεῖ δὲ μοι καὶ δι’ ἐκείνους καὶ ἐτι πρότερον εὐνομηθῆναι [vgl. A 1 S. 106, 13]. PLUTARCH. adv. Col. 32 p. 1226 A Π. δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθ’ ἕκαστον ἔνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις.