Ancient Greek
1.129.3
Parmenides, Testimonia 1.129.3
Unproofread scanNot analysed yet
30 Folgt seine Paraphrase §112—114: ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μὲν φησὶν αὐτὸν φέρειν τὰς ἀλόγους τῆς ψυχῆς ὁρμὰς τε καὶ ὀρέξεις (1), κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν, ὃς λόγος προπομποῦ δαίμονος τρόπῳ ἐπὶ τὴν ἀπάντων ὁδηγεῖ γνώσιν 2. 3. κούρας δ' αὐτοῦ προάγειν τὰς αἰσθήσεις (5), ὧν τὰς μὲν ἀκοὰς ἀνίττεται 35 ἐν τῷ λέγειν 'δοιοῖς —κύκλοις' (7. 8), τούτ' ἐστι τοῖς τῶν ὤτων, τὴν φωνὴν δι' ὧν καταδέχονται, τὰς δὲ ὁράσεις 'Ἡλιάδας κούρας κέκληκε (9), δώματα μὲν Νυκτὸς ἀπολιπούσας (9), 'ἐς φῶς δὲ ὡσαμένας' (10) διὰ τὸ μὴ χωρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν 'πολύποινον' ἐλθεῖν Δίκην καὶ ἔχουσαν 'κληΐδας ἀμοιρούς' (14), τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν 40 πρῶμάτων καταλήψεις. ἥτις αὐτὸν ὑποδεξαμένη (22) ἐπαγγέλλεται δύο ταῦτα διδάξειν 'ἡμᾶν —ἥτορ' (29), ὅπερ ἐστὶ τὸ τῆς ἐπιστήμης ἀμετακίνητον βῆμα. ἕτερον δὲ 'βροτῶν δόξας —ἀληθής' 30), τούτ' ἐστι τὸ ἐν δόξῃ κείμενον πᾶν. ὅτι ἦν ἀβέβαιον. καὶ ἐπὶ τέλει προσδιασφαρεῖ τὸ μὴ δεῖν αἰσθήσει προσέχειν ἀλλὰ τῷ λόγῳ(33—36). μὴ γὰρ σε, φησίν, 'ἔθος —ῥηθέντα' (34—37). ἀλλ'