Ancient Greek
2.65.1
Parmenides, Testimonia 2.65.1
Unproofread scanNot analysed yet
λόγους παγχαλούς παρεγενόμην ἐγώ νέος ὤν ἐκείνου μᾶλα δὴ τότε ὄντος πρεσβύτου. PARM. 127 A ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντὸ ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Π. τὸν μὲν οὖν Παρμενίδην εὖ μᾶλα δὴ πρεσβύτην εἶναι σφόδρα πολὺν καλὸν δὲ κάγαθὸν τὴν ὄψιν περὶ ἕτη μάλιστα πέντε καὶ ἐξήκοντα· Ζήνωνα δὲ ἐγγὺς ἔτῶν τετταράκοντα τότε εἶναι εὐμάρη δὲ καὶ χαρίεντα ἰδεῖν· καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι. καταλῦειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ Πυθόδωρῳ ἔκτὸς τείχους ἐν Κεραμεικῷ· οἱ δὲ καὶ ἀφιέσθαι τὸν τε Σωκράτη καὶ ἄλλους τινὰς μετ’ αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκούσαι τῶν τοῦ Ζήνωνος γραμμάτων· τότε γὰρ αὐτὸ πρῶτον ὑπ’ ἐκείνων κομισθῆναι· Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον [cf. Procl. in h. l. p. 684, 21]. contra: ATHEN. XI 505 F Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτη μόλις ἡ ἡλικία συγχωρεῖ οὐχ ὡς καὶ τοιούτους εἰπεῖν ἢ ἀκούσαι λόγους. τὸ δὲ πάντων σχετλιώτατον καὶ τὸ εἰπεῖν οὐδέμας κατεπειγούσης χρείας ὅτι παιδικὰ γεγονότ τοῦ Παρμενίδου Ζήνων ὁ πολίτης αὐτοῦ. [hinc MACROB. Sat. I 1, 5 nec mihi fraudi sit, si uni aut alteri ex his quos coetus coegit natura aetas posterior saeculo Praetextati fuit: quod licito fieri Platonis dialogi testimonio sumt, quippe Socrate ita Parmenides antiquior, ut huius pueritia vix illius adprehenderit senectutem]. DIOG. IX 25 Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρος φησιν εἶναι ἐν Χρονικοῖς [Πύρρῳ τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελεσταγόρου, θέσει δὲ Παρμενίδου . . . ὁ δὴ Ζήνων διαχίχας Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά.