Ancient Greek
2.66.3
Parmenides, Testimonia 2.66.3
Unproofread scanNot analysed yet
12 STRABO VI 1 p. 252 κάμψαντι δ’ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις, ἣν οἱ μὲν κτίσαντες Φωκαεῖς Ὑέλην οἱ δὲ Ἔλην ἀπὸ κρήνης τινός, οἱ δὲ τὴν Ἑλέαν ὀνομάζουσιν, ἐξ ἧς Π. καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι. δοκεῖ δέ μοι καὶ δι’ ἐκείνους καὶ ἕτι πρότερον ἐννομηθῆναι [cf. A 1 p. 49, 11]. PLUTARCH. adv. Col. 32 p. 1226 A: Π. δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθ’ ἕκαστον ἔνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμεῖν τοῖς Παρμενίδου νόμοις.