Ancient Greek
3.127.4
Parmenides, Testimonia 3.127.4
Unproofread scanNot analysed yet
7. ALEX. in Metaphys. A 3. 984b3 p. 31, 7 Hayduck περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ τῶν φυσικῶν [fr. 6. DOX. 482, 5] οὕτως λέγει· ‘τούτῳ δὲ ἐπιγεγόμενος Π. Πύρῃτος ὁ Ἐλεάτης’ (λέγει δὲ [καὶ] Ξενοφάνην) ‘ἐπ’ ἀμφοτέρας ἤλθε τὰς ὁδοὺς. καὶ γὰρ ὡς αἰδίου ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ’ ἀλήθειαν μὲν ἐν τὸ πᾶν καὶ ἀγέννητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδιδόναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ [τὴν?] μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.’ SIMPL. phys. 22, 27 . . . Ξενοφάνην τὸν Κολοφώνιον, τὸν Παρμενίδου διδάσκαλον (aus Theophr.) .