Ancient Greek
3.129.3
Parmenides, Testimonia 3.129.3
Unproofread scanNot analysed yet
22. [PLUT.] Strom. 5 [EUS. P. E. I 8, 5, DOX. 580] Π. δὲ ὁ Ἐλεάτης, ἐταῖρος Ξενοφάνους, ἄμα μὲν καὶ τῶν τούτων δοξῶν ἀντεποιήσατο, ἄμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησεν στάσιν. αἰδίον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται [καὶ] κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ ἡμοῦνον —ἀγέννητον' [fr. 8, 4]. γένεσιν δὲ τῶν καθ' ὑπόληψιν ψευδῆ δοκούντων εἶναι. καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας. φησὶ δὲ ὅτι εἰ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὂν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγέννητον ἀπολείπει· λέγει δὲ τὴν γῆν τοῦ πυκνοῦ καταρρυέντος ἀέρος γεγενέσθαι [aus Theophrasts Phys. Dox. wie im Folgenden N. 28ff.]