Ancient Greek
3.129.6
Parmenides, Testimonia 3.129.6
Unproofread scanNot analysed yet
25. —de caelo Γ 1. 298b 14 οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνείλον γένεσιν καὶ φθοράν· οὐδὲν γὰρ οὔτε γίγνεσθαι φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μελίσσον τε καὶ Παρμενίδην, οὓς εἰ καὶ τὰλλὰ λέγουσι καλῶς, ἀλλ' οὐ φυσικῶς γε δεῖ νομίζει λέγειν· τὸ γὰρ εἶναι ἅπτα τῶν ὄντων ἀγέννητα καὶ ὅλως ἀκίνητα μᾶλλον ἔστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως. de gen. et corr. A 8 p. 325a 13 ἐκ μὲν οὖν τούτων τῶν λόγων ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς τῷ λόγῳ δεόν ἀκολουθεῖν ἐν καὶ ἀκίνητον τὸ πᾶν εἶναι φασὶ καὶ ἀπειρον ἑαυτῷ· τὸ γὰρ πέρας