Ancient Greek
3.130.4
Parmenides, Testimonia 3.130.4
Unproofread scanNot analysed yet
28. SIMPL. phys. 115, 11 τῶν Παρμενίδου λόγων, ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος [Phys. Op. 7; Dox. 483] οὕτως ἐκτίθεται ἐν τῷ πρώτῳ τῆς Φυσιχῆς ἱστορίας ‘τὸ παρὰ τὸ ὄν οὐκ ὄν· τὸ οὐκ ὄν οὐδέν’· ἐν ἄρα τὸ ὄν’, Εὔδημος δὲ οὕτως ‘τὸ παρὰ τὸ ὄν οὐκ ὄν, ἀλλὰ καὶ μοναχῶς λέγεται τὸ ὄν’· ἐν ἄρα τὸ ὄν’. τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεσιν οὕτως σαφῶς Εὔδημος, οὐκ ἔχω λέγειν· ἐν δὲ τοῖς Φυσιχοῖς [fr. 11] περὶ Παρμενίδου τάδε γράφει, ἐξ ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν· ‘Π. δὲ οὐ φαίνεται δεῖκνυεῖν ὅτι ἐν τὸ ὄν, οἷδ’ εἴ τις αὐτῷ συγγραφήσεται μοναχῶς λέγεσθαι τὸ ὄν, εἰ μὴ τὸ ἐν τῷ τί κατηγορούμενον ἕκαστον ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος. καὶ ἀποδιδομένων τῶν λόγων καθ’ ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἰς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηδὲν εἴη λαβεῖν ὁ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἐν γε τὸ καλόν ἀλλὰ πολλά (τὸ μὲν γὰρ χρῶμα καλόν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὀτιδήποτε), οὕτω δή καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἐν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν (οὐκ ἂν) ἀγνοηθεῖς τις ἀναξιόπιστος ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος, ἂ οὕτω τότε διεσάφειτο (οὔτε γὰρ τὸ πολλάκις ἔλεγεν οὐδεὶς ἀλλὰ Πλάτων πρῶτος τὸ διισδὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὐτὸ καὶ κατὰ συμβεβηκός)· φαίνεται τε ὑπὸ τούτων διαφνεσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαινοῖτο ἀναγκαῖον. οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο’.