Ancient Greek
3.133.7
Parmenides, Testimonia 3.133.7
Unproofread scanNot analysed yet
53 AET. V 7, 2 [D. 419] nach Empedokles Π. ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκοις ἄρρενα βλαστήσαι (τοῦ γὰρ πυκνοῦ μετέχειν πλεόνος), τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θῆλεα παρὰ τὴν ἀραιότητα. §4 [D. 420] Ἀναξαγόρας Π. τὰ μὲν ἐκ τῶν δεξιῶν [sc. σπέρματα] καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας τὰ δ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά. εἰ δ’ ἐναλλαγὴ τὰ τῆς καταβολῆς, γίνεσθαι θῆλεα. cf. ARIST. de gen. anim A 1. 763b 30 φασὶ γὰρ οἱ μὲν ἐν τοῖς σπέρμασιν εἶναι ταύτην τὴν ἐναντίωσιν εὐθὺς, οἷον Ἀναξαγόρας καὶ ἕτεροι τῶν φυσιολόγων· γίνεσθαι τε γὰρ ἐκ τοῦ ἄρρενος τὸ σπέρμα τὸ δὲ θῆλυ παρέχειν τὸν τόπον καὶ εἶναι τὸ μὲν ἄρρεν ἐκ τῶν δεξιῶν τὸ δὲ θῆλυ ἐκ τῶν ἀριστερῶν, καὶ τῆς ὑστέρως τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς εἶναι τὰ δὲ θῆλεα ἐν τοῖς ἀριστεροῖς. CENSORIN. 5, 2 igitur semen unde exeat inter sapientiae professores non constat. Parmenides enim tum ex dextris tum e laevius partibus oriri putavit.