Ancient Greek
Fragment 8a
Parodica Anonyma, Incertorum fragmenta 8a
Not analysed yet
ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,
ἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ
θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων
ὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,
κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.
οἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,
οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα
ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,
ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.
ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,
ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,
πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης
οὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,
ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.
ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ τέρμʼ ἐν ἀγῶνι;
εἰ δʼ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς. ʼ
τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε·
τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·
οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε;
ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.
αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας
ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,
ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.
ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.