Ancient Greek · ~1 min
Fragment 29
Parthenius, Poesis reliquiae 29
Not analysed yet
ἡ δ' ὅτε δή <ρ'> ὀλοοῖο κασιγνήτου νόον ἔγνω
κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ' ἐνὶ βήσσῃς
Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν.
καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην
ἁψαμένη δειρὴν ἐνεθήκατο· ταὶ δ' ἐπ' ἐκείνῃ
βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο.