Ancient Greek · ~1 min
De Pancrato
Parthenius, Ἐρωτικὰ Παθήματα 1-19
Not analysed yet
Σκέλλις τε καὶ Κασσαμενὸς κήτορος οἱ Θρᾴκης ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἀλωέως γυναῖκα Ἰφιμέδην καὶ θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι ἀλλήλους κατέκτειναν.