Ancient Greek · ~2 min
De Polycrite
Parthenius, Ἐρωτικὰ Παθήματα 5-2
Not analysed yet
κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν τοῖς ἀδελφοῖς αὐτῆς ʽἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοἰ ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα.