Ancient Greek · ~2 min
7 to 8
Parthenius, Ἐρωτικὰ Παθήματα 7-8
Not analysed yet
Τῷ δὲ ἄρα οὐ πρὸς ἡδονὴν ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. Ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς ἐπαγόμενος καὶ τὴν Ἡρίππην. ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκοντο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ’ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι· τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὑτῷ.