Ancient Greek
Page 204
Patria Constantinopoleos, De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum 204
Not analysed yet
Ἑτέρα λάρναξ πράσινος ἱερακίτις, ἐν ᾗ ἀπόκειται Λέων ὁ μέγας. Ἑτέρα λάρναξ πορφυρᾶ, ἐν ᾗ ἀπόκειται Μαρκιανὸς καὶ Πουλχερία. Ἑτέρα λάρναξ Νικητιανή, ἐν ᾗ ἀπόκειται Ἀναστάσιος ὁ δίκορος μετὰ Ἀριάδνης. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Βασίλειος ὁ Μακεδών, Εὐδοκία καὶ Ἀλέξανδρος. Ἑτέρα λάρναξ Σαγγαρινὴ φλεγμενούσιος, ἐν ᾗ ἀπόκειται Λέων ὁ φιλόσοφος καὶ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ. Ἑτέρα λάρναξ λευκή, ἡ λεγομένη βασιλική, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται τὸ λείψανον τῆς ἁγίας Θεοφανοῦς καὶ Εὐδοκίας τῆς θυγατρὸς αὐτῆς. Ἑτέρα λάρναξ Βιθυνή, ἐν ᾗ ἀπόκειται Ζωὴ ἡ δευτέρα γυνὴ Λέοντος τοῦ φιλοσόφου. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται ἡ τρίτη γυνὴ τοῦ αὐτοῦ Λέοντος. Ἑτέρα λάρναξ Προικοννησία, ἐν ᾗ ἀπόκειται ἡ θυγάτηρ Λέοντος Ἄννα. Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Νικηφόρος ὁ Φωκᾶς. Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Μιχαὴλ ὁ Ἀμορραῖος.