Ancient Greek
Page 205
Patria Constantinopoleos, De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum 205
Not analysed yet
Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Ῥωμανὸς ὁ υἱὸς Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, ὁ λεγόμενος τὸ καλὸν παιδίον. Ἔσωθεν δὲ τοῦ αὐτοῦ ναοῦ ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ Πορφυρογέννητος καὶ ἀδελφὸς βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. οὗτοί εἰσιν υἱοὶ Ῥωμανοῦ τοῦ λεγομένου καλοῦ παιδίου καὶ μητρὸς αὐτῶν Θεοφανοῦς, ἐν ᾗ ἀπόκειται καὶ αὐτὴ εἰς τὸ δεξιὸν μέρος τοῦ αὐτοῦ ναοῦ τοῦ ἁγίου Κωνσταντίνου. Ἡρῶον τοῦ μεγάλου Ἰουστινιανοῦ. Λάρναξ κατὰ ἀνατολὰς ἀπὸ λίθου ξένου καὶ ἀλλοκότου, μέσην χροιὰν ἔχουσα τοῦ τε Βιθυνοῦ καὶ Χαλκηδονίτου παρὰ λίθου ὁστρέτου, ἐν ᾗ ἀπόκειται Ἰουστινιανός. Ἑτέρα λάρναξ ἀπὸ λίθου Ἱεροπολίτου, ἐν ᾗ ἀπόκειται Θεοδώρα ἡ γυνὴ αὐτοῦ. Ἑτέρα λάρναξ πρὸς δυσμὰς εἰς τὸ δεξιὸν μέρος, τὴν χροιὰν ῥοδοποικίλος, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ Ἰουστίνου. Ἑτέρα λάρναξ λευκὴ Προικοννήσιος, ἐν ᾗ ἀπόκειται Ἰουστῖνος ὁ μικρός. Ἑτέρα λάρναξ Προικοννήσιος, ἐν ᾗ ἀπόκειται Σοφία ἡ γυνὴ Ἰουστίνου.