Ancient Greek
Page 206
Patria Constantinopoleos, De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum 206
Not analysed yet
Ἑτέρα λάρναξ ἀπὸ λίθου λευκοῦ Δοκιμίνου ὀνυχίτου, ἐν ᾗ ἀπόκειται Ἡράκλειος. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Φλαβία ἡ γυνὴ αὐτοῦ. Ἑτέρα λάρναξ Προικοννησία, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ πωγωνάτος. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Φαύστα. Ἑτέρα λάρναξ Σαγγαρινή, ἐν ᾗ ἀπόκειται Κώνστας ὁ υἱὸς Κωνσταντίνου, υἱοῦ Ἡρακλείου. Ἑτέρα λάρναξ ἑκατοντάλιθος Σαγγαρινή, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ αὐτοῦ. Ἑτέρα λάρναξ Ἱεραπολῖτις, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ τοῦ Κοπρωνύμου. Ἰστέον ὅτι ἡ λάρναξ τοῦ Κοπρωνύμου ἐξεβλήθη ἀπὸ τοῦ ἡρώου παρὰ Μιχαὴλ καὶ Θεοδώρας, καὶ τὸ μὲν μιαρὸν αὐτοῦ σῶμα κατεκαύθη, ὁ δὲ λίθος τοῦ τάφου ἐπρίσθη, καὶ ἐχρημάτισεν εἰς συστήματα τοῦ παλατίου. Ἑτέρα λάρναξ ἐκ λίθου Προικοννησίου, ἐν ᾗ ἀπόκειται Λέων ὁ Ἰσαῦρος. Ἑτέρα λάρναξ Προικοννήσιος Μιχαὴλ τοῦ τραυλοῦ καὶ Θέκλας τῆς γυναικὸς αὐτοῦ. Ἑτέρα λάρναξ πράσινος, ἐν ᾗ ἀπόκειται ὁ Θεόφιλος. Στοὰ ἑτέρα, ἥτις ἐστὶ τὰ νῦν ἀσκέπαστος, ἐν ᾗ ἀπόκειται