Ancient Greek
333
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 333
Unproofread scanNot analysed yet
Ἰωάννης τῶν Παλαιολόγων ὁ δεύτερος ὁ ἱκτος, ὃ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεὶς Ἰωασάφ μοναχὸς, ὁ πορφυρογέννητος, ἔτη βʹ καὶ ἤμισυ. Μανουὴλ ὁ δεύτερος, ὁ υἱὸς Ἰωάννου, ὁ πορφυρογέννητος, ἔτη ιβʹ, μῆνας δʹ, ἡμέρας κεʹ. Ἰωάννης τρίτος, ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρογέννη τος, ὁ συγκροτήσας τὴν σύνοδον ἐν τῇ Φλωρεντίᾳ καὶ συγκλίνας κατ´ ἀνάγκην τοῖς Λατίνοις, συμπαρόντων τῶν τε ἄλλων λογάδων καὶ αὐτοῦ τοῦ κυροῦ Μάρκου τοῦ εὐγενικοῦ καὶ μητροπολίτου Ἐφέσου, ἔτη κγʹ, μῆνας γʹ, ἡμέρας ιʹ. Κωνσταντῖνος τῶν Παλαιολόγων ὁ ὕστερος, ὁ ἀδελφὸς αὐτοῦ ὁ πορφυρογέννητος, ὁ δικαιότωτος, μόνος ὢν δεσπότης ἁπάσης τῆς Πελοποννήσου, καὶ μετὰ τὸν θάνατον τοῦ ἀδελφοῦ αὐτοῦ κυροῦ Ἰωάννου εἰς τὸ τῆς βασιλείας ὕψος ἀρθεὶς, ἔτη Σʹ, μῆνας εʹ, Ἐπὶ τούτου ἐγένετο, οἴμοι! ἡ ἅλωσις τῆς αὐτῆς Κωνσταντινουπόλεως παρὰ τῶν ἀθέων Ἀγαρηνῶν ἐν ἔτει ϛξα, καὶ ἐγένετο δορυάλωτος ἡ πρὶν βασυὶς πασῶν τῶν πόλεων. Ὅς καὶ ἀπεκτάνθη τότε παρ´ αὐτῶν ἐν τῇ γενομένῃ χαλάστρᾳ, αὐτός τε καὶ πάντες οἱ λογάδες σχεδὸν, καὶ ἐκομίσατο τον τοῦ μαρτυρίου στέφανον, μὴ θελήσας προδοῦναι τοῖς ἀνόμοις τὰ βασίλεια, μήτε μὴν θελήσας τὸν κίνδυνον διαφυγεῖν, δυνατοῦ ὄντος. ΠΑΡΑΣΤΑΣΕΙΣ ΣΥΝΤΟΜΟΙ ΧΡΟΝΙΚΑΙ Δέον γινώσκειν, ὅτι ὁ ἅγιος Μώκιος πρώην μὲν ὑπὸ Κωνσταντίνου τοῦ Μεγάλου παρῳκοδομήθη,