Ancient Greek
359
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 359
Unproofread scanNot analysed yet
τῖνος ὁ μέγας ἐν τῷ θέρει ἀδεῶς διέτριβεν· ἔτι Σεβήρου τοῦ υἱοῦ Κάρου ὑπῆρχε παλάτιον, καὶ ναὸς εἰδώλων Θεοῦ Σεβήρου ὀνομαζόμενος· ἔνθα καὶ τέσσαρες συνθεταὶ καμάραι παμμεγέθεις καὶ αὐταὶ ὑπὸ Σεβήρου κατασκευασθεῖσαι, πολλὰς μαντείας εἰς χρῆσιν αἰωνίων θεῶν μακάρων καὶ θεῶν Βητγάμων ἔχουσαι εἴδωλα, ἀργυρᾶ τε καὶ χαλκᾶ, καὶ ἐξἐλεφαντίνων καὶ μαρμάρων, λόγος φέρει πολλῶν· ὡς εὖχε, φησὶν, ἐν αὐταῖς ταῖς καμάραις · καὶ πόλεμος Κωνσταντίνου γέγονε, καὶ Ἐευῆρον τὸν Ἐρκούλιον ἐνίκησε, καὶ ἐν ταῖς καμάραις τὴν κεφαλὴν αὐτοῦ τε καὶ τῶν μεγιστάνων αὐτοῦ ἐπὶ ἑπτὰ ἡμέραις ἐκρέμασε· καὶ μετὰ ταῦτα τὰ εἴδωλα συγκλάσας εἰς μέρος, αὐτουργικὰ ὑπάρχοντα ἐκ τῶν αὐτῶν μαρμάρων, εἰς θέαν εἰασεν. Ἐν αὐτῷ τῷ τόπῳ ἕως Ἰουλιανοῦ ἐτιμωροῦντο κατάδικοι· ἐν τῷ αὐτῷ τόπῳ ὑπερκειμένη πλὰξ εἰς μῆκος ἄγαν καὶ ζωδίοις ἀναγεγλυμμένοις, τοὺς πολέμους Κωνσταντίνου ἕως τοῦ τρίτου σεισμοῦ προέκειτο δεικνύουσα. Κωνσταντίνου στήλη ἑκεῖσε ἄνωθεν τῆς καμάρας τῆς πρὸς τὸ ἄνωθεν μέρος ἐτυποῦτο, τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῇ δεξιᾷ χειρὶ κατέχουσα. Ἐν τοῖς Φιλαδελφίου τῆς καλουμένης πόρτης μέρεσιν, ἐνυπνιάσθη Κωνσταντῖνος· ἐκεῖ πρῶτον πάντων τὸν τύπον τοῦ σταυροῦ ἐθεάσατο, τυπώσας αὐτὸν εἰς μῆκος καὶ πλάτος, ὡς εἶδεν, ἐν κίονι πορφυρῷ τετραπλεύρῳ, χρυσώσας αὐτὸν, καὶ σημεῖον σπόγγου ἐν τοῖς ποσὶ τοῦ σταυροῦ ἀσφαλισάμενος, τῆς μητρὸς Ἑλένης, καὶ αὐτοῦ, καὶ τῶν υἱῶν, ἐξ αὐτοῦ τοῦ τετραπλεύρου κίονος ἀνατυπώσας, εἰς θρόνους ἐτίμησε. Πολλὰς ὑπατείας ὁ μέγας Κωνσταντῖνος