Ancient Greek
368
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 368
Unproofread scanNot analysed yet
λη καὶ Ἀνδρομέδης θυγατρὸς βασιλικῆς ὑπαρὶ θσης, ἢν οἱ μῦθοί φασι καί τις τῶν ἱστορικῶν, δίδοσθαι θυσίαν τῷ ἐκεῖσε ἐμφωλεύοντι δράκοντι. Οὕτως γὰρ ἦν ἐκ παλαιᾶς συνηθείας, δίδοσθαι παρθένον κόρην τῷ θηρίῳ καφ´ ἣν Ἀνδρομέδα δεθεῖσα, θανάτου αἰτία τῷ θηρίῳ ἔμελλε δίδοσθαι. Ὁ γοῦν προειρημένος Περσεὺς ἐκεῖσε ἥκων, πύθεται κλαιούσῃ τῇ Ἀνδρομέδη, τί ἂν εἴη δεδεμένη καὶ θρηνοῦσα. Ἡ δὲ τὸ συμβὰν ἐξηγήσατο. Τοῦ δὲ καθίσαντος ἧκε τὸ θηρίον. Αὐτὸς δὲ Γοργόνης κεφαλὴν ἐν πήρᾳ κατέχων, ὀπισθοφανῶς στραφεὶς, δείκνυσι τῷ θηρίῳ. Ὅπερ ἱδὼν ἐκεῖνος, ἀπέψυξεν. Ἐκλήθη οὐν Ἰκόνιον παρὰ Φιλοδώρου ἡ πόλις, διὰ τὸ ἡκέναι τὸν Περσέα καὶ σῶσαι τὴν Ἀνδρομέδαν. [Φόνοις ἀτύλημα τῇ πόλει ἐκ τοῦ ἥκοντος Περσέως. ]Ἢν δὲ ὄνομα τῇ Σολεῖ, τὸ ἀπὸ γενέσεως, Δορία· ἔπειτα ἐκλήθη Θρηνῳδία· παρὰ δὲ Φιλοδώρου τοῦ Λογιστοῦ, ἐκ τοῦ ἥκειν τὸν Περσέα, ἐκλήθη Ἰκόνιον· ἔνθα ἐτελειώθη ὁ αὐτὸς Περσεὺς σὺν τῇ Ἀνδρομέδῃ· ἐπάνω δὲ τῆς πόρτης τῆς πόλεως ἐστηλώθη ἀμφότερα· καθ´ ἡν καὶ ῥυσίαι πολλαὶ γεγόνασιν ἐκεῖσε παρὰ Δεκίου καὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ· ἔνθα πλεῖστοι ἅγιοι ἐμαρτύρησαν. Ἥκασιν οὗν τοῦ τε Περσέως καὶ Ἀνδρομέδης αἱ στῆλαι, ὡς λόγος ἔχει, ἐπὶ Κωνσταντίου, μετὰ τὸ πληρωθῆναι τὴν Ἀντιοχέων ἐκκλησίαν. Ἐν τῷ Κωνσταντιαναῖς λουτρ ὕ Ἀναστασίου στήλη ὑπάρχει, ἡ ὄπισθεν τοῦ ἁγίου μάρτυρος