Ancient Greek
Dfhg-Source dfhg2_PATROCLES
PATROCLES, Fragmenta 1
Not analysed yet
Τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι· ἐντεῦθεν δ ̓ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι, Πατροκλῆς ὁ μάλιστα πιστεύεσθαι δίκαιος, διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους.