Ancient Greek · ~5 min
3 to 7
PATROCLES, Fragmenta 3-7
Not analysed yet
Ἔσται δὲ Βάκτρα καὶ τοῦ στόματος τῆς Κασπίας θαλάττης, εἴτε Ὑρκανίας, πάμπολύ τι ἀρκτικώτερα, ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ ἑξακισχιλίους σταδίους, καὶ δοκεῖ τῆς αὐτῆς παραλίας μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατὸν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς. Οὐχ ὁμολογοῦσι δ ̓ ὅτι περιέπλευσάν τινες ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ὑρκανίαν· ὅτι δὲ δυνατὸν, Πατροκλῆς εἴρηκε. Φησὶ δὲ καὶ εὔπλουν εἶναι (τὸν Ὦξον) καὶ οὗτος (Ἀριστόβουλος, fr. 17) καὶ Ἐρατοσθένης παρὰ Πατροκλέους λαβὼν, καὶ πολλὰ τῶν Ἰνδικῶν φορτίων κατάγειν εἰς τὴν Ὑρκανίαν θάλασσαν, ἐντεῦθεν δ ̓ εἰς τὴν Ἀλβανίαν περαιοῦσθαι, καὶ διὰ τοῦ Κύρου καὶ τῶν ἑξῆς τόπων εἰς τὸν Εὔξεινον καταφέρεσθαι. Ὁ μέντοι Ἰαξάρτης ἀπ ̓ ἀρχῆς μέχρι τέλους ἕτερός ἐστι τοῦ Ὤξου, καὶ εἰς μὲν τὴν αὐτὴν τελευτῶν θάλατταν, αἱ δ ̓ ἐκβολαὶ διέχουσιν ἀλλήλων, ὥς φησι Πατροκλῆς, παρασάγγας ὡς ὀγδοήκοντα. Τὸ μέντοι πλέον τῆς περὶ τὴν ὀρεινὴν παραλίας Καδούσιοι νέμονται, σχεδὸν δέ τι ἐπὶ πεντακισχιλίους σταδίους, ὥς φησι Πατροκλῆς, ὃς καὶ πάρισον ἡγεῖται τὸ πέλαγος τοῦτο (τὸ Κάσπιον) τῷ Ποντικῷ.