Ancient Greek
455.2
Paulus Silentiarius, Descriptio Sanctae Sophiae 455.2
Unproofread scanNot analysed yet
Μετ’ οὐ πολὺ δὲ καὶ Ἡράκλειος πρὸς τὸ Βυζάντιον ἐχώρει, ὑπὸ πολλῆς εὐφημίας καὶ δόξης ὑπερβαλλούσης παρὰ τῶν ἐκείσε δεχθείς. τέσσαρας δὲ ἤγαγεν ἐλέφαντας, οὓς δὴ καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβωσεν ἐπὶ τῇ τῆς πόλεως τέρενι. ἡμέρας P 16 δὲ ἐπινικίους ἐπ’ εὐφροσύνην πᾶση δωρεαὶς φιλοτιμούμενος ἐπετέλει. ἐπειδὴ δὴ ἦν ἐλὼν τῆς οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκλευσεν ἐκ τοῦ βασιλικοῦ ταμείου αὐτῇ τε καὶ τῷ κατ’ αὐτὴν κλήρῳ ἐτήσια χρήματα παρέχεσθαι. καὶ μετὰ τοῦτο παρασκευάζει Κωνσταντῖνον τὸν υἱὸν ὑπατεύσαι, Ἡράκλειον δὲ τὸν ἀπὸ Μαρτίνης Καίσαρα προχειρίζεται.