Ancient Greek
492.2
Paulus Silentiarius, Descriptio Sanctae Sophiae 492.2
Unproofread scanNot analysed yet
Μετὰ τοῦτο τίκτεται υἱὸς τῷ βασιλεῖ, ὃν ὠνόμασε Κων-5 B σταντῖνον. πεντεκαιδεκάτῃ δὲ τοῦ ἐπείσθοντος μηνὸς Αὐγούστου πάντα τὰ τε ἱππικὰ καὶ πλοῖμα τῶν Σαρακηνῶν ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς ἀποβαλόντες ὑπὸ τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθείσας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς Κύπρον σκεδασθεισῶν, ἑτέρων δὲ καὶ αὐτῶν-10 δρων τῷ βυθῷ παραδοθεισῶν. Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατῆσαι, καὶ ἐπιχείρει τοιαῦτε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπίκλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ παρὰ C βασιλέως τῆνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ’ αὐτῶν15 κατὰ τῶν Σαρακηνῶν λήγοιτο, ὅπως αὐτῷ τὰ κατὰ γνώμην συμπράξειεν, ἀναπείσει δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κωνσταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσῶν πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγε-20 μόνᾳ, καὶ Θεοδόσιον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ’ οὓς ἑβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα ἄρχοντα τειχῶν, παλαιὰς φιλίας ἀναμνησκέσθαι, καὶ ἐτοίμους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοργύναι καὶ ὡς