Ancient Greek
102.1
Paulus, Epitomae Medicae Libri Septem 102.1
Unproofread scanNot analysed yet
πυκνοῦ ἐπὶ τοὺς ἐναντίους ἢ μεταβολὴ γίνεται, τῆς χρείας δηλονότι ἐνδεούσης, οὐκέτι τὸ πρῶτον ἐν τῷ σφυγμῷ γενοὺς πρῶτον καὶ παύεται, ἀλλ’ ὅπερ ὑστερον ἐκτίσατο, τοῦτο πρῶτον ἀποβάλλει, εὐθὺς μὲν γιγνόμενος ἀραῖος, εἶτα βραδύς, εἰς ὑστερον δὲ καὶ μικρός· εἰ δὲ ἐπὶ πλεῖον ἤκοι βραδύτητός τε καὶ μικρότης, πάλιν ἡ ἀραϊότης εἰς πυκνότητα μεταβάλλει, ὅπως ἂν δι’ αὐτῆς γοῦν τὰ τῆς χρείας ἀποτελεσθείη.