Ancient Greek
105.1
Paulus, Epitomae Medicae Libri Septem 105.1
Unproofread scanNot analysed yet
ἀρξαμένης δὲ λύεσθαι τῆς δυνάμεως, ἐπὶ δὲ τέως ἐπ’ ὀλίγον ἀντεχοῦ-σης, ὁ κυματῶδης εἰς τὸν σκωληκίζοντα μεταπίπτει· ἐσχάτως δὲ κατα-πεσοῦσης αὐτῆς καὶ τοῦτον ὁ μυρμηκίζων διαδέχεται. ὁ δὲ ἐκτικὸς ἴδιως τοῖς φθινοῦσι τε καὶ ἄλλως ἐκτικευομένοις συνεδρεύει. σπασμῶδης δὲ σφυγμὸς γίνεται τῆς τῶν νεύρων ἀρχῆς φλεγμονώδη τινὰ διάθεσιν ἔχουσης, καθάπερ ἐπὶ φρενιτικῶν τε καὶ τῶν ὀξέως ἐπιλήπτων, ἥνικα καὶ ἀποθνήσκουσιν οἱ τοῦτο παθόντες ἐπὶ θερμοὶ ἔμπάλιν τοῖς συγ-κοπτομένοις· ἐκεῖνοι γὰρ ὄντες ἰκανῶς ψυχοροὶ ζῶσιν ἐπὶ. κλονώδης δὲ γίνεται ὁ σφυγμός, ὅταν ἡ μὲν χρεία δέηται μεγάλης διαστολῆς, ὁ τε τόνος ὁ ζωτικὸς ἐργάζεσθαι δύνῃται, μόνον δὲ τὸ τῆς ἀρτηρίας ἀντιλέγη σώμα ὑπὸ σκληρότητος ἀδυνατοῦν εἰς μεγάλην ἐξαιρεθῆναι διαστολὴν, καθάπερ ἐπὶ φλεγμονῶν τε μεγάλων καὶ χρονίων ἐμφράξεων. ἐμπριών δὲ σφυγμὸς καθόλου φλεγμονῆς ἐστὶν σφμαντικὸς, καὶ μάλιστα τῶν νευρωδῶν τινος, οὐχ ἧκιστα δὲ πλευρίτιδος ἴδιος, ἀνιέμενος μὲν μαλακῆς καὶ ῥάδιως πεφθησομένης, ἐπιτεινόμενος δὲ χαλεπῆς καὶ δυσπέ-πτου, ἥτις cὺν ἀσθενεὶ μὲν τῇ δυνάμει κινδυνώδης ὀξέως ἐστίν, cὺν ἰσχυρᾷ δὲ χρονίως πεφθησομένη· ἢ γὰρ εἰς ἐμπύημα μετέστη πολλά-κις, ἢ φθινύδης αὐτὴν διεδέξατο μαρασμός.