Ancient Greek
111.1
Paulus, Epitomae Medicae Libri Septem 111.1
Unproofread scanNot analysed yet
ποιησάμενος ὧρῶν οὐ πλειόνων δυοκαίδεκα. τὸν μὲν οὖν ἐντὸς τῶν δεκαδύο ὧρῶν πανούμενον ἀκριβῆ τριταῖον ὠνομάσαμεν· ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου τὸν παροξυσμόν, ἐκεῖνον ἀπλῶς τριταῖον καλοῦμεν· ὅστις δ’ ἂν ἐπὶ πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμόν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον αὖ πάλιν ὠνομάσαμεν ἐκτεταμένον τριταῖον.