Ancient Greek
111.4
Paulus, Epitomae Medicae Libri Septem 111.4
Unproofread scanNot analysed yet
ταῦτα μὲν ἐπὶ τῶν πάλαι, καὶ οὐδὲν θαυμαστόν, ἐν γυμνασίοις μᾶλλον καὶ τροφῆς ἐνδείᾳ τῶν τότε διαιτωμένων ἀνθρώπων· νῦν δὲ τῆς τάξεως ἀντεστραμμένης ἐπίμικτος φλέγματι ὡς ἐπὶ τὸ πλεῖστον εὑρίσκεται ἡ χολή· τοιγαροῦν οἱ πλεῖστοι τῶν τριταίων ἢ χωρὶς γίνονται ρίγους, ἢ κομιδῇ σμικρὸν αὐτοῖς γίνεται τὸ ρίγος. καὶ τὰ τῆς θεραπείας δὲ διαλλάττουσιν· οὔτε γὰρ λουτρὸν οὐδὲ τις ἀδροτέρα τροφὴ πρὸ πέψεως ἀρμόζει τοῖς τριταίζουσι, ὅτι μὴ δι’ ἄρτου τε ψιχῶν καὶ ὠμῶν καὶ τῶν παραπλησίων.