Ancient Greek
118.4
Paulus, Epitomae Medicae Libri Septem 118.4
Unproofread scanNot analysed yet
λγʹ Περὴ ἡμιτριταίων. Τοῦ μὲν τριταίου μετὰ ρίγους εἰσβάλλοντος, τοῦ δὲ ἀμφημεριοῦ χωρὶς ρίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν φρίκην ἐπιφέρει, ρίγους μὲν ἐλαττόν τι πρᾶγμα, μεῖζον δὲ περιμύξεως, ὅπερ κεραννυμένων γίνεται τῶν ἄκρων· οὐκοῦν οὐδὲ ἀπὸ τρόπου τοῦνομα τῷ τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἔθεντο. διττὸς δὲ ὁ τρόπος τῆς γενέσεως αὐτῶν,· ἤτοι συνελθόντων εἰς ἕνα τῶν δύο παροξυμῶν ἢ εὐθέως ἐξ ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὅταν μὲν οὖν ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίνεται καὶ τι καὶ ρίγους προσλαμβάνει κατὰ