Ancient Greek
120.19
Paulus, Epitomae Medicae Libri Septem 120.19
Unproofread scanNot analysed yet
οὐ om. A ὅταν] ὅταν δή D 27 ἐνθυμηθεὶς BK λε'. Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ. 1 Πάντα ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα, καὶ οὐδὲν ἀποκεκριμένον ὥσπερ καθ' ἕκαστον νόσημα· καὶ γὰρ παραφροσύναί γένοιντ' ἂν καὶ χολῆς ἔμετοι καὶ ὑποχονδρίων ἐντάσεις καὶ πόνοι καὶ ἰδρώτες πολλοὶ καὶ ψύσεις ἀκραίων καὶ διάρροιαὶ χολώδεις, λεπταί, φυζώδεις, καὶ οὖρα ὕδατώδη, λεπτά, χολώδη, μέλανα, ὑποστάσεις κακῶς ἔχοντα καὶ ἐναιωρήματα οἷα δή κάκιστα, ἀπὸ μὲν στάσεις, καύματα ἐν θύρακι, γλῶσσαι καταπεφρυγμέναι, διψώδεις, ἄχροι, ἄγρυπνοι, σπασμοὶ βίαιοι καὶ ἄλλα πολλὰ πονηρά. εἰ δέ τις συνίδοι μέλλοντα ἥξειν λοιμὸν προσέχων ταῖς τε ὥραις πονηραῖς οὕσαις καὶ τοῖς ἐπιτηδεύμασιν εἰς ὑγείαν οὐ συμφέρουσιν ζῴοις τε ἄλλοις προσαπολλυμένοις, ὅταν ταῦτα ἐνθυμηθῆς, προσέτι κάκεινο ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦσα ὥρα,