Ancient Greek
121.1
Paulus, Epitomae Medicae Libri Septem 121.1
Unproofread scanNot analysed yet
ποταπὸν δὲ τὸ σύμπαν ἔτος· ἐντεῦθεν γὰρ τὰς διαίτας εὕρήσεις ποιεῖσθαι κάλλιστα· οἷον δὴ τῆς μὲν ὥρας, εἴπερ ἦν ὀρθῶς γιγνομένη, ἡρᾶς ὑπαρχούσης νῦν ὑγρᾶς γεγεννημένης ἀνάγκη ταῖς διαίταις ἐπιζηραίνειν, ἵνα τὸ ὑπερβάλλον ὑγρὸν ἀναλίσκηται. ἐπιμελητέον δὲ καὶ γαστρός, οἷς δ’ ἂν ἢ ἄνω κοιλία φλέγμα ἔχῃ, ἐμέτοις κενοῦν, οἷς δ’ ἂν τὸ αἷμα ὑπερβάλλῃ, φλέβα τέμνειν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν οὐρῶν κάθαρσις καὶ ὅσαι ἄλλαι καὶ ἡ κατὰ πᾶν τὸ σῶμα. εἰ δὲ καὶ καυούμενος ὁ κάμνων εἴη καὶ ἡ φλὸξ ἄχρι στήθους, οὐκ ἂν εἴη ἀπὸ τρόπου ψυκτήριά τε τοῖς στήθεσι προσάγειν καὶ τὸ πόμα ψυχρὸν προσφέρειν μὴ κατὰ μικρὰ προσφερόνων (ἀνακαλεῖ γὰρ πλέον), ἀλλ’ ἀθροῦν, ὥστε σβέσαι τὴν φλόγα. εἰ δὲ ὁ καῦκος ἔχοι τὰ ἔνδον, ἄκραία δὲ ψυχθείη, καὶ τὸ δέρμα ἐπιπολῆς ψυχρὸν, καὶ ὑποχόνδριον συντείνωτο, ἢ γαστὴρ τε τὰς συντήσεις τὰς μὲν ἄνω πέμποι, τὰς δ’ αὐ κάτω, ἀγρυπνία τε ἐνεῖν καὶ παραφροσύνη καὶ γλώσσης τραχύτητες, τούτοις θερμασμάτων δεῖ, ὥστε ἐλκύσθηναι τὸ θερμὸν πάντη τοῦ σώματος, καὶ εἰ δή τινι ἄλλῳ τρόπῳ οἷόν τε ἀνάγειν τὸ θερμὸν κάτωθεν πρὸς τὰ ἔξω. χρῆστέον δὲ καὶ τούτῳ προποτίσματι· ἁλὸς μέρη β, ἁμμωνιακοῦ θυμιάματος μέρη β, σμύρνης μέρος ἕν, τοῦτο λειψάντες ἐν οἴνῳ εὐώδει δοτέον ὅσον κυάθου ἡμῖν, δηλονότι καθ’ ἡμέραν. οὐκ οἶδα, φησίν ὁ Ῥοῦφος, ὅστις μετὰ τούτου τοῦ ποτοῦ οὐχ ὑπερέδειος ἐγένετο τοῦ λοιμοῦ. ταῦτα μὲν ὁ Ῥοῦφος· ὁ δὲ Γαληνὸς φησιν πρὸς τὰς λοιμικὰς σππεδόνας Ἀρμενιακὴν βύλιν πινομένην, ὁμοίως δὲ καὶ τὴν δι’ ἐχιδνῶν θηριακὴν, μεγάλως ὠφελεῖν. ἀμέλει κατὰ τὸν ἐν Ῥώμῃ λοιμόν, φησίν, ὅσους μηδέτερον τούτων ὠφέλησε, πάντες ἀπέθανον.