Ancient Greek
127.2
Paulus, Epitomae Medicae Libri Septem 127.2
Unproofread scanNot analysed yet
μδ’. Περὶ τῆς περὶ τὸν στόμαχον ἐπιμελείας. Εἰ μὲν ἄρρωστος ὁ στόμαχος εἴη, τοῖς τανοῦν δυναμένοις ἐπι-πλάττειν, οἷα τὰ διὰ τῶν φοινίκων ἐστὶν καὶ οἴνου καὶ ἀλφίτων καὶ κρό-κου καὶ μαστίχης καὶ ἁλός, ἐπιβρέχειν τε τοῖς δι’ ἀμινθίου καὶ μηλί-νου καὶ μαστιχίνου καὶ νάρδου καὶ οἴνου, καί, εἰ ἐκκαίοιντο, μιγνύναι τι τῶν ἐμψυχόντων, οἷον κολοκύντης τε τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέρεως καὶ τοῦ ὀμφακος (οὗτος μὲν γὰ οὐ ψύχει μόνον ἀλλὰ καὶ στῦφει). εἰ δὲ φλεγμονώδές τι περὶ τὰ σπλάγχνα φαίνοιτο, καὶ τῶν χαλαστικῶν τινα προσπλεκτέον, ταῖς μὲν ἐπιβροχαῖς ἐλαίου τε καὶ χαμαιμηλίνου καὶ κυπρίνου καὶ στεάτων ὀρνιθὸς ἢ χηνὸς καὶ βδελλίου ἢ ἀμμωνιακοῦ καὶ τῶν παρα-πλησίων, τοῖς δὲ καταπλάσμασι σελίνου τε σπέρματος καὶ τήλεως ἁλθαίας τε καὶ χαμαιμήλων ἄνθους, καὶ ἅπλῶς σύνθετον ἔχετωσαν δύναμιν ἐκ τε τῆς χαλαστικῆς καὶ λεπτομεροῦς καὶ πικρᾶς καὶ τῆς στυφούσης.