Ancient Greek
130.2
Paulus, Epitomae Medicae Libri Septem 130.2
Unproofread scanNot analysed yet
μη’. Περὶ πταρμοῦ. Ἐνοχλοῦσι πταρμοὶ πλεονάκις ἐμπίπτοντες ἐν πυρετοῖς· καὶ γὰρ πληροῦσι τὴν κεφαλὴν καὶ τὴν δύναμιν ἐλέγχουσιν ἐνίοις καὶ αἵμα ἐκρηγνύουσι, καὶ ἄλλα ὀχληρὰ τοιαῦτα ἐπιφέρουσι. ἀντιβαίνειν οὖν αὐτοῖς δεῖ. κατέχει δὲ ἐπιφερόμενον πταρμὸν διάτριψις τῆς ρινὸς καὶ τοῦ μετώπου καὶ ὀμμάτων χάσμῃ τε καὶ τῆς ὑπερώιας τρίψις σπουδαία, ἐρυγή, ἔντασις εἰς λαγόνα, μετεωρισμὸς τῆς κεφαλῆς, ἐπιστροφὴ ἐπὶ πλευράν, ψηλαφία τῶν ἄκρων μυῶν, λιπασμὸς μαστήρων, θερμοῦ [τοῦ]