Ancient Greek
133.3
Paulus, Epitomae Medicae Libri Septem 133.3
Unproofread scanNot analysed yet
νγ´. Περὶ γλώσσης τραχείας. Ἵγραίνειν δεῖ τὴν τραχύτητα τῆς γλώττης ποιούντας διακρατεῖν λινΟΣπέρμου ἀφέψημα τοὺς κάμνοντας ἐν τῷ στόματι. βέλτιον δὲ ἐνεργεῖ μυξίον τῷ λινΟΣπέρμῳ συγκαθηγημένον· καὶ τὸν δάκτυλον δὲ ἐν τούτῳ τῷ χυλῷ βρέξαντες καὶ τὴν γλῶτταν ἀνατρίψαντες ἀποκλυζέσθωσαν ὕδατι καθαρῷ ἢ σπόγγῳ περιμασσέσθωσαν, εἶτα ῥοδίνῳ ἐπαλειφέσθωσαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι συμμιγὲν σπουδαίως ἐνεργεῖ καὶ ὁ τῆς ἀνδράχνης χυλὸς διακρατηθείς, καὶ ῥοὺς ὁ ἐπὶ τὰ ὀψα μελικράτῳ μιγεὶς καλῶς ποιεῖ καὶ Δαμασκηνὰ καὶ μυσκλίου (τοῦτο δὲ ἐστιν ἢ μύξα) τὰ ὀστέα διακρατούμενα καὶ τῇ γλώττῃ περικυλούμενα