Ancient Greek
135.9
Paulus, Epitomae Medicae Libri Septem 135.9
Unproofread scanNot analysed yet
ἐστί. καὶ ριγώσαντες δὲ πολλοὶ λύζουσιν. ἔμετον μὲν οὖν εὐρή- περιρρέοντα φέρηται, τούναντίον ἑηρότερα τε εἶη καὶ θερμότερα τὰ σιτία, ἐφ' ὅσον ἐγχωροῦσιν οἱ πυρετοῖ· τοιαῦτα δὲ ἐστι τὰ δι' ἄρτυμάτων θερμαντικῶν σκευαζόμενα. λουτρῶν δὲ τούτους ἀφεκτέον, εἰ μὴ τι ἕτερον ἐκβιάζοιτο. ἀτονούσης δὲ τῆς πεπτικῆς δυνάμεως τοῖς στύ- 5 φουσις ἐδέσμασί τε καὶ βοηθήμασι χρηστέον, ἐδέσμασι μὲν, ἐν οἷς μάλιστα ῥοιῶν ἢ μήλων ἢ ἀπίων ἢ μεσπιλῶν ἐμβέβληται, ἢ καὶ τούτοις αὐτοῖς, καὶ οἴνῳ λεπτῷ εὐόσμῳ στύφοντι, βοηθήμασι δὲ τοῖς διὰ καταπλασμάτων, δι' ἀλφίτου καὶ φοινίκων καὶ ἀμινθίας ῥόδων τε καὶ μύρτων καὶ τῆς ὁμοειδοῦς τούτοις ὕλης. σκεπτέον δέ, ἐν ποίοις μάλιστα 10 μορίοις ἐπιθετέον τὰ καταπλάσματα, λέγω δὴ τοὺς περὶ τὸν στόμαχον ἢ τῇ κάτω κοιλίᾳ· ἕσθ' ὅτε δὲ καὶ περὶ τὴν ὀσφὺν ἐπιτίθεμεν. τὰς αἰμαλψύσεις δὲ τῶν ἐκκρίσεων ἀναστέλλει τὰ διὰ λιβάνου καὶ ἐπιξηραίνει ἢ γύρις ἴση λιβάνῳ ἢ μάννη ἢ οἶνω φυραθεῖσα ἢ ὀξυκράτῳ. τὴν δὲ δριμυτέραν ὑγρασίαν καὶ ἐνέματι ἀπογλυκαίνειν, ὅτε μὲν αὐτῷ 15 τῷ ὕδατι, ὅτε δὲ πτισάνης χυλῷ ἢ χόνδρου ἢ ὀρύζης ἢ τράγου, οὐχ ἅπαξ ἀλλὰ πολλάκις· ἐν ὑστερῷ δὲ παραπλεκτέον καὶ ῥόδα ξηρὰ ἢ μύρτα, ἕσθ' ὅτε καὶ κηκίδας. καὶ ὧν ἄμα ῥοδίνῳ καὶ οἴνῳ λεπτῷ στύφοντι ἢ ῥόδων ἀφεύηματι ἐνιέμενον ἢ καὶ τῇ ἕδρα προστιθέμενον ἀπαμβλύνει τὰς εἰς τὴν ἐκκριν προθυμίας. εὐχῆς δὲ γινομένης τῆς 20 ἐξαναστάσεως ἀγάθιον ἐγκεῖσθω προστετυπωμένον τῇ ἕδρᾳ ἀπὸ θερμῶν στυμμάτων.