Ancient Greek
138.2
Paulus, Epitomae Medicae Libri Septem 138.2
Unproofread scanNot analysed yet
Ε’. Θεραπεία τῆς περὶ τὸ ἱερὸν ὀστοῦν ἐλκώσεως. Καὶ τοῦτο τὸ πάθος τοῖς πυρετοῖς μάλιστα τοῖς χρονίοις συμπίπτει διὰ τὸν τῆς ἀνακλίσεως χρονισμόν. ἥνικα μὲν οὖν ἄρχεται ἐνερευθὴς ὁ τόπος γίνεσθαι, κύκλον ἐξ ἐρίου ποιήσαντες εὐμεγέθη ὑποθήσομεν τῷ τόπῳ, μετὰ ταῦτα δὲ ῥοδίνην ἢ μυρίνην κηρωτὴν ποιήσαντες ἔχουσαν λιθάρτυρον ἢ ψιμύθιον ἐπιθήσομεν. φλεγμονῆς δὲ γενομένης ἄρτι καταπλαστέον μετὰ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσω ἢ ἀπαλῆς κράμβης. εἰ δὲ νομώδης ἐλκωσις εἴη, φακὴ καταπλασκέσθωσαν μετὰ σιδίων.