Ancient Greek
151.1
Paulus, Epitomae Medicae Libri Septem 151.1
Unproofread scanNot analysed yet
καὶ τοῦτο, καὶ ὅσα διὰ πεπέρεως τε καὶ εὐφορβίου σκευάζεται. διδόναι δὲ καὶ οἶνον λεπτομερῆ καὶ κινήσει κεχρῆσθαι κελεύειν καὶ λουτροῖς θερμοῖς καὶ ποτε καὶ τῷ ἀπὸ ῥεφανίδων ἐμέτῳ. ἐφ’ ὧν δὲ ποιότης ἐστὶν ἄνευ πλήθους χρονίζουσα, κέχρησο καὶ τῷδε τῷ φαρμάκῳ· πεπέρεως λευκοῦ <β, κροκομάγματος <β, εὐφορβίου προσφάτου <ἡ L’, κόπρου περιστερᾶς <α L’, ὄζους δριμυτάτου τὸ ἄρκουν· ἐπίχριε τὸ πᾶσχον μέρος προανατριβὼν τὸν τόπον.