Ancient Greek
151.4
Paulus, Epitomae Medicae Libri Septem 151.4
Unproofread scanNot analysed yet
Περὶ τῆς κατὰ συμπάθειαν κεφαλαλγίας. Εἰ μὲν ὅλῳ τῷ σώματι συμπάχοι ἡ κεφαλὴ, τοῦτο προνοητέον πρὸς τε τὴν δυσκρασίαν καὶ πρὸς τὴν κρατοῦσαν ὑλὴν ἐνισταμένους, καὶ, εἰ μὲν εἴη πλήθος, καὶ μάλιστα κατὰ τὰς φλέβας, φλεβοτομήσομεν, εἰ δὲ μᾶλλον ποιότης, καθατικῷ χρησόμεθα φαρμάκῳ· εἰ δὲ μορίῳ συμπάχοι, οἷον ἢπατι ἢ γαστρὶ ἢ στομάχῳ, τούτοις βοηθητέον, θερμῆς μὲν ἐν αὐτοῖς ὑποκειμένης δυσκρασίας ἄρτον ἐξ ὑδαροῦς οἴνου παρασχόντας καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰς ξέωθεν μετρίως ἐμψυχούσας τε καὶ τονούσας ἐπιβροχάς, ὡς ἐμπροσθεν εἴρηται· εἰ δὲ διὰ