Ancient Greek
153.1
Paulus, Epitomae Medicae Libri Septem 153.1
Unproofread scanNot analysed yet
ε´. Περὶ κεφαλᾶς καὶ ἡμικραΐρας. Τούτων τῶν παθῶν ἕκαστον παραμόνιμός ἐστι τῆς κεφαλῆς ὀδύνη 1 παροξυνομένη ἐπὶ τε ψόφοις καὶ κραυγαῖς καὶ λαμπρῷ φωτὶ καὶ οἰνοποσίᾳ καὶ τοῖς πληροῦσι τὴν κεφαλὴν ὀσφραντοῖς, δοκοῦσί τε πλήττεσθαι τὴν κεφαλὴν, οἱ μὲν ἅπασαν, οἱ δὲ κατὰ θάτερον μέρος, οὓς 5 καὶ ἡμικρανικοὺς ὀνομάζουσι· καὶ οἷς μὲν ἡ διάθεσις ἔνδον ὑπάρχει τοῦ κρανίου, ὁ πόνος εἰς τὰς τῶν ὀφθαλμῶν ρίζας διήκει, οἷς δὲ ἔξωθεν, περὶ αὐτὸ τὸ κρανίων ὀδυνῦνται. τὰ μὲν οὖν μετὰ βάρους ἀλγήματα πλήθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ χυμῶν ἢ ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονήν, τὰ δὲ μετὰ τάσεως, εἰ μὲν ἄνευ βάρους καὶ 10 σφυγμοῦ, πνεύματος λεπτοῦ καὶ φυσιώδους πλήθος, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγμονὴν ὑμενώδους σώματος, εἰ δὲ μετὰ βάρους, πλήθος ἐντὸς τῶν ὑμένων ἰσχύμενον· εἰ δὲ που καὶ σαπεὶς ὁ χυμὸς θερμότερος γένηται, καὶ σὺν πυρετῷ κεφαλαλγοῦσι· πυρέττουσι δὲ τοῦπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι. πληθωρικοῦ τοίνυν τοῦ παντὸς ὑπάρχοντος 15 σώματος τὴν φλῆβα τέμνειν ἀφορῶντας τῇ δυνάμει καὶ κλύσμασι χρῆσθαι δριμυτέροις· εἰ δὲ πλεονάζειν ἔτι τὸ αἷμα φαίνοιτο, καὶ διὰ ρίνων ἀναστωμώσαντας φλῆβα κενωτέον αὐτούς, ὅσον αὐτάρκες εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύναντας ὁστοὺν κάππειτα χρηστέον τοῖς ἀποφλεγματισμοῖς καὶ ταῖς διὰ τῶν ρίνων κενώσει διὰ τῶν ἐρρίνων, οἷον ἔστι 20 τοῦ ἐλατηρίου ὁ χυλὸς μετὰ γάλακτος ἐγχέομενος ἤγουν καὶ ξηρὸν τὸ ἐλατήριον ἐμφυσώμενον καὶ τῆς κυκλαμίνου ὁ χυλὸς καὶ τοῦ πράσου. σύνθετα δὲ ταῦτα·