Ancient Greek
154.5
Paulus, Epitomae Medicae Libri Septem 154.5
Unproofread scanNot analysed yet
Χρῖσμα πρὸς κεφαλαίαν. Ὅποῦ πευκεδάνου <ἰς, ὁποῦ μήκωνος, ἄνιου, ὕοσκύαμου, κρόκου, σμύρνης, σκαμμωνίας ἀνὰ <β· ὄξει ἀναλάμβανε καὶ ποιεῖ τροχίσκους· ἐπὶ δὲ τῆς χρείας σὺν ὄξει ἢ ὀξυκράτῳ καταχρίε τοὺς διὰ παχεῖς χυμοὺς ἢ πνεῦμα φυσαῦδες ὀδυνωμένους. καὶ δρώπακι δὲ καὶ σιναιτισμῷ χρηστέον καὶ τῷ διὰ θαμίας τροχίσκῳ. καὶ τὸ διὰ τοῦ γραφικοῦ μέλανος τῶν πᾶνυ θαυμαζομένων ἐπὶ τῆς αὐτῆς αἰτίας ἐστίν, ᾧ χρηστέον ἐπὶ τούτων, ὡς ἐν τῷ περὶ συνθέτων εἴρησεται. καὶ τοῦτο δὲ θαυμαστὸν πρὸς τοὺς διὰ παχύν καὶ γλίχρον χυμὸν ἡμικρανικοὺς· εὐφορβίου μέρος ᾱ καὶ καστορίου τὸ ἰσον ἀναλαβὼν ὕδατι ἐντίθει εἰς τὸ οὖς τὸ κατὰ τὸ ἄλγουν μέρος καὶ εἰς τὸ βαλανεῖον εἰσιέναι κέλευε καὶ ὀλίγον διατρίψαντας οὕτω λαμβάνειν αὐτὸ καὶ λούεσθαι συνήθως. οὕτω μὲν πεπείραται· οὐκ ἄτοπον δὲ καὶ εἰς ἔλαιον αὐτὰ ἀναλαβόντα ἐνετάζειν