Ancient Greek
155.4
Paulus, Epitomae Medicae Libri Septem 155.4
Unproofread scanNot analysed yet
Ἄλλο. δαφνίδων λελεπισμένων <β, πηγάνου φύλλων <β, νάπυος <α· ὕδατι διεῖς κατáπλассε. τοῖς δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοις ὠφελιμωτάτόν ἐστιν, ὥστε πολλάκις ἅπαξ καταχρισθὲν πρὸ βαλανείου ταχέως ἐξιάσθαι τὸ πάθος, ὥστε μετὰ λουτρὸν ὑγιεῖς γενέσθαι παντελῶς, τοῦτο· ἐλαίου Σαβίνου λἰ. α, κηροῦ Γ γ, εὐφορβίου Γ α· τούτῳ κατάχριε τὸ ἡμιυ μέρος τοῦ μετώπου κατὰ τοῦ κροταφίτου δηλονότι μῦος. ἐφ’ ὧν δὲ μὴ πολλὴ ψύξις ἐστι, κηκίδος καὶ κροκομάγματος τὸ ἴσον οἴνῳ ἐκλειώσας κατάχριε. τοῖς δὲ ὑπὸ θερμῶν ἀτμῶν ἢ χυμῶν κεφαλαλγοῦσιν μὴ πρόσφερε τὰ δι’ εὐφορβίου.