Ancient Greek
161.2
Paulus, Epitomae Medicae Libri Septem 161.2
Unproofread scanNot analysed yet
Ἦδη μὲν ἐν τῷ περὶ φρενίτιδος λόγῳ τὴν εὐτάσιν τούτου τοῦ νοσήματος εἴρηκαμεν· τὰ δὲ σημεῖα καθόλου μὲν εἰπεῖν κοινὰ πῶς εἰσιν τῆς τε φρενίτιδος καὶ ληθάρχου πρὸς τὴν ἐπικρατοῦσαν ὑλὴν ἐξαλλαττόμενα, κατὰ μέρος δὲ τάδε· καταλαμβάνεται ὁ κάμνων ὑπτιος ἀποτεταμένος καὶ ποτὲ μὲν ὑποιδὸν τε καὶ πελιδνὸν ἔχων μετριῶς τὸ πρόσωπον, ὥσπερ τῶν ληθαργικῶν, ποτὲ δὲ καὶ ἔρευθος αὐτοῖς ἐπανθεί, τὸ τε ἄνω βλέφαρον αὐτῶν ἀνασπάσθαι δοκεῖ καὶ ἐξέχειν, ὥστε μηδὲ σκαρδαμύττειν δύνασθαι, οὐδαμῶς δὲ φαίνεται ἀναπνέων, ἀλλ’ ὡς ἀπονεκρωθεὶς κεῖται· τὸν δὲ σφυγμὸν ἔχει μικρόν τε καὶ ἀμυδρὸν καὶ σφόδρα πυκνόν, τὰ τε οὔρα καὶ ἡ κοιλία ἐπέχεται ἤγουν ἐπ’ ὀλίγον φέρεται. καὶ οἱ μὲν μετριῶς ἔχοντες ἐγχυθέντος τινὸς ὑγροῦ καταπίνουσι, οἱ δὲ κρατηθέντες ἀνακόπτουσι ἐπὶ τὰς ρῖνας. τοὺς οὖν τοῦ φλέγματος ἐπικρατοῦντος τῆς χολῆς συνισταμένους διακρινοῦμεν ἀπὸ τῶν ληθαργικῶν τῷ μήτε οἰδαίνειν μήτε πελιδνὸν ἔχειν τὸ χρῶμα καθάπερ οἱ ληθαργικοί, πλὴν ἐπ’ ὀλίγον δή τι, καὶ ἐφιδροῦν μετριῶς. χαλεποὶ δὲ μᾶλλον εἰσί, οἷς ἀγρυπνία πολλὴ γίνεται καὶ τὰ οὔρα ἐπέχεται καὶ δύσπνοια ἐπιτείνεται καὶ ἐφιδροῦσι, καὶ οἷς τὸ ποτὸν εἰς τὰς ρῖνας ἀναρροιβδεῖται. εἰ δὲ γυνὴ πάσχουσα τύχοι, διακριθήσεται τῆς ὁλοῦσης ὑστερικῆς πνιγῆς ἐκ τε τοῦ κατὰ φύσιν ὁρᾶσθαι κειμένην καὶ τῶν φθεγγομένων ἐπαισθάνεσθαι καὶ τοῦ διεγείρεσθαι τε καὶ αὐθὶς καταφέρεσθαι. ἔστι δὲ ὅπου τὸν κάτοχον ἕτερόν φασι παρὰ τὸ ἀγρυπνον κῶμα μηκέτι σύνθετον ἀλλ’ ἀπλὴν τινα τὴν αἰτίαν ἔχον· ψυχροτέραν γὰρ καὶ ξηροτέραν ὑλὴν ἐμφράξασαν τὴν ὀπισθίαν τοῦ ἐγκεφάλου κοιλίαν τὸ πάθος ἐργάζεσθαι· ἐφ’ ἧ καταλαμβανόμενος ὁ κάμνων αἰφνιδίως ἐπ’ ἐκείνου μένει τοῦ σχήματος, ἐφ’ οὗ κατελήφθη, οἷον ἵστάμενος ἢ καθήμενος ἢ μύων ἢ ἐμβλέπτων· διὸ καὶ κατόχους ἢ κατεχομένους αὐτοὺς ἐκάλουν οἱ παλαιοί, κατοχήν δὲ καὶ κατάληψιν τὸ πάθος οἱ νέοι.