Ancient Greek
164.24 to 165.24
Paulus, Epitomae Medicae Libri Septem 164.24-165.24
Unproofread scanNot analysed yet
μορίων αὐρας τινὸς ἀνερχομένης ψυχρᾶς πρὸς τὸν ἐγκέφαλον ὅτε μὲν ἀπὸ τοῦ σκέλους, ὅτε δὲ ἀπὸ τῶν τῆς χειρὸς δακτύλων· ὤφθη δὲ ποτε καὶ ἀπὸ τῆς ὑστέρας ἐπὶ τινος γυναικός, καθ’ ὃν ἔγκυος ἐγένετο χρόνον, μετὰ δὲ τὴν ἀπότειν ἀπεπαύετο. γίνεται δὲ τὸ πάθος τοῦτο μάλιστα μὲν παιδίοις, καὶ τούτων ἐπὶ τοῖς νεογνοῖς, μετὰ ταῦτα δὲ τοῖς μειρακίοις τε καὶ ἀκμάζουσιν, ἥκιστα δὲ πρεσβύταις τε καὶ γέροις. κατὰ συμπάθειαν τοῦ τῆς γαστρὸς στόματος ἐπακολουθεῖ, καρδιωγμὸς καὶ ναυτία συνέπονται. Θεραπεία. Τοὺς σκοτωματικοὺς ἐν ἐπιθέσει μὲν γινομένους διεγερτέον τοῖς τε ἐπιτηδείοις ὀσφραντοῖς χρυμμένους καὶ τρίψει καὶ τοῖς τοιούτοις, ἐν ἀνέσει δὲ τυγχάνοντας πρὸς ἀνασκευὴν τοῦ πάθους φλεβοτομητέον πρῶτον, εἶτα καθαρτέον τῇ ἱερᾷ, καὶ διαστήσαντας κλιστήρι δριμεῖ χρη- προηγεῖται μὲν οὖν τῶν ἐπιληπτικῶν σώματος καὶ ψυχῆς τάσις ἀπρο- ἀφρισμὸς τῶν ἄλλων κοινῶς πως ὑπαρχόντων καὶ ἑτέροις νοσήμασι· τίσι δὲ αὐτῶν καὶ οὖρον ἀκουσίως ἐκκρίνεται καὶ κόπρος, ἐστι δὲ οἷς καὶ γόνος. ἐπὶ τινων μὲν οὖν δεύτατον ὑπάρχειν τὸ πάθος ταχέως ἀπέκτεινε τῇ τε συνεχείᾳ τῶν παροξυσμῶν καὶ τῇ τοῦ συμπτώματος ἰσχύι, ἐπὶ δὲ τῶν πλειόνων εἰς μήκος ἐκτείνεται, ὥστε, εἰ μὴ λυθεῖ κατὰ τὴν ἥβην ἢ τὰς καθάρσεις ἢ τὰς κυήσεις, ἢ εἰ μετὰ τοῦτον εὐσταθῆ τὸν χρόνον, ὡς τὰ πολλὰ συναποθνῄσκει, χωρὶς εἰ μὴ τῆς προσηκούσης ἰάσεως ἐπιτύχοι. διελέγχει δὲ τοὺς ἐπιληπτικοὺς θυμιώμενα ἄσφαλτος ἢ γαράτης λίθος ἢ κέρας αἴγειον, ἐσθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀσμὴ ὀπτημένου τοῦ ἧπατος. αίρετος καὶ δυσθυμία καὶ τῶν προσεχῶν λήθη καὶ ἐνυπνίων ὄνειροι παρα- Θεραπεία. Εἰ μὲν ἔτι βρέφος εἴη τὸ κάμνον, οὐδὲν δεῖ περιεργάζεσθαι· τῆς τε γὰρ ἡλικίας ἐπὶ τὸ χολωδέστερόν τε καὶ ξηρότερον μεταβαλλούσης καὶ τῆς διαίτης ἐπὶ τὸ σωφρονέστερον αὐτομάτως ὡς τὰ πολλὰ τὸ πάθος ἀποπαύεται· χρή δὲ τῆς διαίτης καὶ μόνον αὐτῶν τε τῶν βρεφῶν καὶ τῶν γαλουχῶν προνοεῖσθαι. μετὰ δὲ τὴν τῶν παίδων ἡλικίαν