Ancient Greek
168.1
Paulus, Epitomae Medicae Libri Septem 168.1
Unproofread scanNot analysed yet
ΠΑΥΛΟΣ ΑΕΓΙΝΕΤΑ παρ’ ὅλον δὲ τὸν τῆς ζωῆς αὐτῶν χρόνον φυλαττέσθωσαν μάλιστα μὲν τὴν ἀπεψίαν καὶ τὸ τρέφεσθαι πρὸ πέψεως καὶ τὰ παχύχυμα τῶν ἐδεσμάτων καὶ τὴν βραδυσιτίαν καὶ τὴν ἐκχόλωσιν τὴν τε πολυοίνιαν καὶ τὸ πίνειν μετὰ λουτρῶν, ὡς εἴρηται, μάλιστα τὸν ἄκρατον καὶ τοὺς πάνυ παλαιούς καὶ τοὺς παχεῖς οἴνους, καὶ τὰ δριμέα τῶν ὀσφραντῶν καὶ πληρωτικά τῆς κεφαλῆς καὶ τὸ ἀτενίζειν ἐξ ὕψους καὶ τὸ ἐγχορνίζειν ἐν βαλανείῳ καὶ τὴν ἐγκαυσιν τῆς κεφαλῆς.