Ancient Greek
175.1
Paulus, Epitomae Medicae Libri Septem 175.1
Unproofread scanNot analysed yet
γράμματος τὸ ἡμῖν, κἄπειτα διαστήσαντας ἡμέρας ὃ προσάγειν τελείαν δραχμὴν καὶ μετέπειτα μίαν καὶ ἡμίσειαν, εἶτα δύο καὶ τρεῖς, καὶ αὐθὶς διαστήσαντας τὰς αὐτὰς ἡμέρας προσφέρειν τέσσαρας δραχμάς, εἰ γε οἷός τε εἴη ὁ πάσχων λαμβάνειν, ἐπιβάλλοντος μέλιτος κοχλιάριον ἂ· ἐπὶ δὲ τὰ μόρια ἐπιτιθέναι τῶν διαφορητικῶν φαρμάκων τινὰ καὶ τῶν φοινίσσειν δυναμένων συνepiβάλλοντος τούτοις τοῦ καστορίου ἢ πεπέρεως ἢ πυρέθρου ἢ κάχρως ἢ εὐφορβίου. καὶ πρὸ γε τούτων ἐμβροχαὶ διὰ πηγανίνου ἐλαίου ἢ Σικωνίου ἢ παλαιοῦ. τροφαὶ σιτώδεις, ῥοφηματώδεις ἢ ἄλλως εὐπεπτοι καὶ ἀπéριττοι. σικῦα κολλάσθωσαν τοῖς παρεθεῖσι μέρεσιν, εἰ μὲν πολλὰ εἴη, μεμερισμένως, εἰ δ’ ὀλίγα, ὕφ’ ἑν’ καταπλάσσειν δὲ μετὰ τὰς σικύας τοῖς διὰ πίσεως ἢ ῥήτινος ἢ μάννης. κάλλιστα δὲ ποιεῖ ἀρτεμισία συννεωμένη καλαμίνη καὶ κόνυζα καὶ νίτρον· ὕδωρ δὲ μειχθῶ ὀλίγον, καὶ αὐτὸ δὲ ἐν τῇ ἐψύσει ἀναλικκέσθω. ἢ τε κοιλία αὐθὶς ὑπαγέσθω διὰ τε ἄλως ἢ πολυποδίου ἢ σκαμμυνίας ἢ τοῦ διὰ κολοκυνθίδος πολτοῦ. λιπάσματα τε σύγχριστα τοιαῦτα· ἐλαίων παλαιόν, ἐν ᾧ σκίλλα ἐνταριχεύεται ἐπὶ ἡμέρας μ ὕφ’ ἡλίῳ· εἰ δὲ μὴ παρέη τοῦτο, ἑμεῖς ἐν ἐλαίῳ Γ β τῆς σκίλλης καὶ συγχρίεις ἢ κάχρῳ ὁμοίως σκεύασαντα· μικτέον δὲ καὶ κηροῦ Γ α ὑπὲρ τοῦ μὴ διαρρεῖν. εἰ δὲ καὶ χαλβάνης καὶ καστορίου καὶ εὐφορβίου καὶ ἀδάρκης καὶ νίτρου προσλάβοι ἀνὰ Γ Λ’, φαρμακωδέστερόν ἐστιν. εὖθέτει δὲ ἀκριβῶς καὶ βατράχιος βοτάνη ἐνεωμένη τῷ ἐλαίῳ ἐν ἡλίῳ ταριχευομένη. ποτήματα δὲ καστορίου ὅσον <α, ὀποπάναζ κυάμου μέγεθος καταπινόμενος· θαυμαστῶς δὲ ποιεῖ καὶ τὸ σαφαπηνὸν ὄροβου μέγεθος ἐν μελικράτῃ καὶ τὸ καστόριον μετὰ ὀποπάνακος· καὶ ὁποῦ δὲ Κυρναϊκοῦ κέγχρου μέγεθος ὠφελεῖ καὶ ἢ διὰ τριῶν πεπέρων ἀντίδοτος. χρησόμεθα δὲ καὶ ἀκότοις τοῖς θερμαίνουσι καὶ τοῖς ἀποφλεγματισμοῖς. μετὰ δὲ τὴν τεσσαρεσκαδεκάτην ἀδροτέρως ὁρώμεν, καὶ γενομένης πολλῆς ὠφελείας ἐπὶ βαλανείον ἄξομεν· μετὰ δὲ τριακοστήν ὁρώπακα προσφέρειν χρὴ καὶ ἐπὶ βαλανείον ἄγειν καὶ τοῦ λοιποῦ